Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.154 Joseph. AJ 2.158 (English) >>Joseph. AJ 2.163

2.156καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵνʼ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, 2.157εἰ δʼ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ διʼ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας. 2.158εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.” 2.159Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους. 2.160

δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.154 Joseph. AJ 2.158 (English) >>Joseph. AJ 2.163

Powered by PhiloLogic